Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.281 Joseph. AJ 14.286 (English) >>Joseph. AJ 14.291

14.284τήν τε οὖν ἀπολογίαν τὴν Μαλίχου προσδέχεται καὶ πιστεύειν ὑποκρίνεται μηδὲν αὐτὸν περὶ τὸν Ἀντιπάτρου θάνατον κακουργῆσαι, τάφον τε ἐκόσμει τῷ πατρί. καὶ παραγενόμενος Ἡρώδης εἰς Σαμάρειαν καὶ καταλαβὼν αὐτὴν κεκακωμένην ἀνεκτᾶτο καὶ τὰ νείκη διέλυε τοῖς ἀνθρώποις. 14.285

Μετʼ οὐ πολὺ δʼ ἐνστάσης τῆς ἐν Ἱεροσολύμοις ἑορτῆς παρεγίνετο σὺν τοῖς στρατιώταις εἰς τὴν πόλιν, καὶ δείσας Μάλιχος ἀνέπεισεν Ὑρκανὸν μὴ ἐπιτρέπειν αὐτῷ εἰσιέναι. καὶ πείθεται μὲν Ὑρκανός, προβέβλητο δὲ αἰτίαν τῆς ἀποκωλύσεως τὸ μὴ δεῖν ὄχλον ἀλλοδαπὸν ἁγνεύοντος εἰσδέχεσθαι τοῦ πλήθους. 14.286ὀλίγον δὲ φροντίσας Ἡρώδης τῶν ἀγγέλων νύκτωρ εἴσεισιν εἰς τὴν πόλιν καὶ φοβερὸς ἦν τῷ Μαλίχῳ, δʼ οὐκ ἀνίησιν τὴν ὑπόκρισιν, ἀλλʼ ἐδάκρυεν τὸν Ἀντίπατρον καὶ ἀνεκαλεῖτο φανερῶς ὡς φίλος, κρύφα δὲ φυλακὴν τοῦ σώματος ἐποιεῖτο. 14.287ἔδοξε δὲ καὶ τοῖς περὶ Ἡρώδην μὴ ἀπελέγχειν αὐτοῦ τὴν προσποίησιν, ἀλλὰ καὶ αὐτοὺς εἰς τὸ ἀνύποπτον ἀντιφιλοφρονεῖσθαι τὸν Μάλιχον. 14.288

Κασσίῳ μέντοι περὶ τῆς τελευτῆς τοῦ πατρὸς Ἡρώδης ἐπέστελλεν, κἀκεῖνος εἰδώς, οἷος εἴη τὸν τρόπον Μάλιχος, ἀντεπιστέλλει τιμωρεῖν τῷ πατρί, καὶ λάθρα διαπέμπει πρὸς τοὺς ἐν Τύρῳ χιλιάρχους κελεύων αὐτοὺς συμπράττειν Ἡρώδῃ δίκαια μέλλοντι πράξειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.281 Joseph. AJ 14.286 (English) >>Joseph. AJ 14.291

Powered by PhiloLogic